Τετάρτη 23 Οκτωβρίου 2013

Ειδήσεις στα αρχαία ελληνικά - Τὸ βιολίνον τὸ τῆς Τιτάνικ πλειστηριάζουσιν (Από το AKROPOLIS WORLD NEWS. Τὰ νέα ἑλληνιστὶ γεγραμμένα)




Ἀνώνυμος ὠνητὴς ἑκατομμύρια εὔρων ἀποτίνει


Πάντες ἴσμεν περὶ τῆς Τιτάνικ καὶ ὅ τι ἐγένετο· ἡ μὲν ναῦς παγοβούνῳ πατάξασα κατέδυ τῷ ἔτει 1912 καὶ ἐν τῷ δυστυχήματι 1,517 δὲ ἄνθρωποι ἐν τῇ ψυχρᾷ θαλάττῃ ἀπέθανον. καὶ δὴ καὶ πάντες, τὸ κινηματογραφικὸν ἔργον ἰδόντες, ἴσμεν ὅτι ἡ ὀρχήστρα ἔψαλλεν ἕως ἡ ναῦς κατέδυ (ἡ γὰρ ναῦς οὐ μέντοι αὐτίκα ἀλλὰ βραδέως κατέδυεν), ἵνα οἱ ἐπιβάται ἡσυχάζοιεν σῴζεσθαι πειρώμενοι. ὁ Οὐάλλας Ἅρτλει ἄρχων μὲν τῆς ὀρχήστρας ἦν, βιολίνῳ δὲ ἔψαλλεν (λέγεται ὅτι ἡ τελευταία ᾠδὴ ἣν ἡ ἔνδοξος ὀρχήστρα ἔψηλεν ”Ἐγγυτέρω Σοῦ, ὦ Θεὸς” ἦν).
ὁ Ο. Α. ἐν τῇ ναυαγίᾳ ἀπέθανεν, ἀλλὰ τῇ δεκάτῃ ἡμέρᾳ μετὰ τὸ δυστύχημα ναῦς τις τὰ τῆς ναυαγίας λείψανα καὶ τὰ νεκρὰ συλλεγοῦσα τὸν τοῦ Ο. Α. νεκρὸν ηὗρε καὶ τὸ βιολίνον ἐν θήκῃ τινὶ κεκλεισμένον τῷ Ο. Α. συνδεθείσῃ· χθὲς δὲ ἐν τῷ Λονδίνῳ τὸ μὲν βιολίνον ἐπλειστηρίασαν, ἀνώνυμος δέ τις ᾠνητὴς ἑκατομμύρια εὕρων ἀπέτεισεν.

Μελετήστε κι άλλες σύγχρονες ειδήσεις στα αρχαία ελληνικά
Πηγή:  AKROPOLIS WORLD NEWS. Τὰ νέα ἑλληνιστὶ γεγραμμένα

LinkWithin

Related Posts with Thumbnails